Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Σόλων 1.2
Not analysed yet
τὴν δὲ μητέρα τοῦ Σόλωνος Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ τῆς Πεισιστράτου μητρὸς ἀνεψιὰν γενέσθαι. καὶ φιλία τὸ πρῶτον ἦν αὐτοῖς πολλὴ μὲν διὰ τὴν συγγένειαν, πολλὴ δὲ διὰ τὴν εὐφυΐαν καὶ ὥραν, ὡς ἔνιοί φασιν, ἐρωτικῶς τὸν Πεισίστρατον ἀσπαζομένου τοῦ Σόλωνος. ὅθεν ὕστερον, ὡς ἔοικεν, εἰς διαφορὰν αὐτῶν ἐν τῇ πολιτείᾳ καταστάντων οὐδὲν ἤνεγκεν ἡ ἔχθρα σκληρὸν οὐδʼ ἄγριον πάθος, ἀλλὰ παρέμεινεν ἐκεῖνα τὰ δίκαια ταῖς ψυχαῖς, καὶ παρεφύλαξε, τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, Eur. Ba. 8 τὴν ἐρωτικὴν μνήμην καὶ χάριν.