Ancient Greek · ~3 min
15.2 to 15.3
Plutarch, Σόλων 15.2-3
Not analysed yet
ἃ δὲ καὶ λέγων ἤλπιζε πειθομένοις καὶ προσάγων ἀνάγκην ὑπομένουσι χρήσασθαι, ταῦτʼ ἔπραττεν, ὥς φησιν αὐτός, ὁμοῦ βίην τε καὶ δίκην συναρμόσας. Solon, Frag. 36. 14 (Bergk) ὅθεν ὕστερον ἐρωτηθεὶς εἰ τοὺς ἀρίστους Ἀθηναίοις νόμους ἔγραψεν, ὧν ἄν, ἔφη, προσεδέξαντο τοὺς ἀρίστους. ἃ δʼ οὖ οἱ νεώτεροι τοὺς Ἀθηναίους λέγουσι τὰς τῶν πραγμάτων δυσχερείας ὀνόμασι χρηστοῖς καὶ φιλανθρώποις ἐπικαλύπτοντας ἀστείως ὑποκορίζεσθαι, τὰς μὲν πόρνας ἑταίρας, τοὺς δὲ φόρους συντάξεις, φυλακὰς δὲ τὰς φρουρὰς τῶν πόλεων, οἴκημα δὲ τὸ δεσμωτήριον καλοῦντας, πρώτου Σόλωνος ἦν, ὡς ἔοικε, σόφισμα τὴν τῶν χρεῶν ἀποκοπὴν σεισάχθειαν ὀνομάσαντος. τοῦτο γὰρ ἐποιήσατο πρῶτον πολίτευμα, γράψας τὰ μὲν ὑπάρχοντα τῶν· χρεῶν ἀνεῖσθαι, πρὸς δὲ τὸ λοιπὸν ἐπὶ τοῖς σώμασι μηδένα δανείζειν.