# Σόλων 16.2

Plutarch, Σόλων, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-131/16.2

σόλων δὲ τούτου μὲν οὐκ ἐφίκετο τῇ πολιτεία δημοτικὸς ὢν καὶ μέσος, ἐνδεέστερον δὲ τῆς ὑπαρχούσης δυνάμεως οὐδὲν ἔπαξεν, ὁρμώμενος ἐκ μόνου τοῦ βούλεσθαι καὶ πιστεύειν αὐτῷ τοὺς πολίτας. ὅτι δʼ οὖν προσέκρουσε τοῖς πλείστοις ἕτερα προσδοκήσασιν, αὐτὸς εἴρηκε περὶ αὐτῶν, ὡς χαῦνα μὲν τότʼ ἐφράσαντο, νῦν δέ μοι χολούμενοι λοξὸν ὀφθαλμοῖς ὁρῶσι πάντες ὥστε δήϊον. Solon, Frag. 34 (Bergk) καίτοι φησὶν ὡς, εἴ τις ἄλλος ἔσχε τὴν αὐτὴν δύναμιν, οὐκ ἂν κατέσχε δῆμον, οὐδʼ ἐπαύσατο, πρὶν ἀνταράξας, πῖαρ ἐξεῖλεν γάλα. Solon; Aristot. Ath. Pol. 12.5

---

Plutarch, Σόλων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg007.local001/.
