Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Σόλων 2.2
Not analysed yet
σοφίας μὲν γὰρ ἦν ὁμολογουμένως ἐραστής, ὅς γε καὶ πρεσβύτερος ὢν ἔλεγε γηράσκειν αἰεὶ πολλὰ διδασκόμενος· πλοῦτον δʼ οὐκ ἐθαύμαζεν, ἀλλὰ καί φησιν ὁμοίως πλουτεῖν ᾧ τε πολὺς ἄργυρός ἐστι καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία ἵπποι θʼ ἡμίονοί τε, καὶ ᾧ μόνα ταῦτα πάρεστι, γαστρί τε καὶ πλευρῇ καὶ ποσὶν ἁβρὰ παθεῖν, παιδός τʼ ἠδὲ γυναικός, ἐπὴν καὶ ταῦτʼ ἀφίκηται, ἥβη, σὺν δʼ ὥρη γίνεται ἁρμοδία. Solon, Frag. 24. 1-6 (Bergk)