Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Σόλων 20.5
Not analysed yet
ἐν δὲ ταῖς πόλεσι τὴν ἀταξίαν ταύτην οὐ δοτέον, οὐδὲ περιοπτέον ἀώρους καὶ ἀχαρίτους ἐπιπλοκὰς καὶ μηδὲν ἔργον γαμήλιον ἐχούσας μηδὲ τέλος. ἀλλὰ γέροντι νέαν ἀγομένῳ φαίη τις ἂν ἐμμελὴς ἄρχων ἢ νομοθέτης τὸ πρὸς τὸν Φιλοκτήτην· εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας, authorship uncertain, Philoctetes; Nauck, Trag. Graec. Frag. (2), p. 841 καὶ νέον ἐν δωματίῳ πλουσίας πρεσβύτιδος, ὥσπερ οἱ πέρδικες, ἀπὸ συνουσίας παχυνόμενον ἐξανευρὼν μετοικίσει πρὸς παρθένον νύμφην ἀνδρὸς δεομένην. ταῦτα μὲν οὖν περὶ τούτων.