Ancient Greek · ~2 min
Chapter 25
Plutarch, Σόλων 25.3
Not analysed yet
συνιδὼν δὲ τοῦ μηνὸς τὴν ἀνωμαλίαν,καὶ τὴν κίνησιν τῆς σελήνης οὔτε δυομένῳ τῷ ἡλίῳ πάντως οὔτʼ ἀνίσχοντι συμφερομένην, ἀλλὰ πολλάκις τῆς αὐτῆς ἡμέρας καὶ καταλαμβάνουσαν καὶ παρερχομένην τὸν ἥλιον, αὐτὴν μὲν ἔταξε ταύτην ἕνην καὶ νέαν καλεῖσθαι, τὸ μὲν πρὸ συνόδου μόριον αὐτῆς τῷ παυομένῳ μηνί, τὸ δὲ λοιπὸν ἤδη τῷ ἀρχομένῳ προσήκειν ἡγούμενος, πρῶτος, ὡς ἔοικεν, ὀρθῶς ἀκούσας Ὁμήρου λέγοντος, τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο, Hom. Od. 14. 162; Hom. Od. 19. 307 τὴν δʼ ἐφεξῆς ἡμέραν νουμηνίαν ἐκάλεσε. τὰς δʼ ἀπʼ εἰκάδος οὐ προστιθείς, ἀλλʼ ἀφαιρῶν καὶ ἀναλύων, ὥσπερ τὰ φῶτα τῆς σελήνης ἑώρα, μέχρι τριακάδος ἠρίθμησεν.