Ancient Greek · ~2 min
Chapter 28
Plutarch, Σόλων 28.2
Not analysed yet
τότε μὲν οὖν ὁ Κροῖσος οὕτω τοῦ Σόλωνος κατεφρόνησεν· ἐπεὶ δὲ Κύρῳ συμβαλὼν ἐκρατήθη μάχῃ, καὶ τὴν πόλιν ἀπώλεσε, καὶ ζῶν ἁλοὺς αὐτὸς ἔμελλε καταπίμπρασθαι, καὶ γενομένης πυρᾶς ἀνεβιβάσθη δεδεμένος θεωμένων Περσῶν ἁπάντων καὶ Κύρου παρόντος, ἐφʼ ὅσον ἐξικνεῖτο καὶ δυνατὸς ἦν τῇ φωνῇ φθεγξάμενος ἀνεβόησε τρίς, ὦ Σόλων. θαυμάσας οὖν ὁ Κῦρος ἔπεμψε τοὺς ἐρησομένους ὅστις ἀνθρώπων ἢ θεῶν οὗτός ἐστιν ὁ Σόλων, ὃν ἐν τύχαις ἀπόροις μόνον ἀνακαλεῖται.