Ancient Greek
Chapter 30
Plutarch, Σόλων 30.6
Not analysed yet
καὶ τὸ λοιπὸν ἡσυχίαν ἦγε, καὶ τῶν φίλων φεύγειν παραινούντων οὐ προσεῖχεν, ἀλλὰ ποιήματα γράφων ὠνείδιζε τοῖς Ἀθηναίοις· εἰ δὲ πεπόνθατε λυγρὰ διʼ ὑμετέρην κακότητα, μή τι θεοῖς τούτων μῆνιν ἐπαμφέρετε. αὐτοὶ γὰρ τούτους ηὐξήσατε ῥύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην. Solon, Frag. 11. 7, 5, 6 (Bergk). Plutarch has changed the order; Bekker and Cobet restore it.