Ancient Greek · ~2 min
Chapter 31
Plutarch, Σόλων 31.3
Not analysed yet
ὁ δὲ Σόλων ἁψάμενος μεγάλης τῆς περὶ τὸν Ἀτλαντικὸν λόγον ἢ μῦθον πραγματείας, ὃν διήκουσε τῶν περὶ Σάϊν λογίων προσήκοντα τοῖς Ἀθηναίοις, ἐξέκαμεν, οὐ διʼ ἀσχολίαν, ὡς Πλάτων φησίν, ἀλλὰ μᾶλλον ὑπὸ γήρως, φοβηθεὶς τὸ μέγεθος τῆς γραφῆς. ἐπεὶ σχολῆς γε περιουσίαν αὐτοῦ μηνύουσιν αἱ τοιαῦται φωναί· γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος· Solon, Frag. 18 (Bergk) καί, ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μουσέων, ἃ τίθησʼ ἀνδράσιν εὐφροσύνας. Solon, Frag. 26 (Bergk)