Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Σόλων 6.2
Not analysed yet
ἦν γὰρ υἱός, ὡς ἔφασαν, ἀνδρὸς ἐνδόξου καὶ πρωτεύοντος ἀρετῇ τῶν πολιτῶν· οὐ παρῆν δέ, ἀλλʼ ἀποδημεῖν ἔφασαν αὐτὸν ἤδη πολὺν χρόνον. ὡς δυστυχὴς ἐκεῖνος, φάναι τὸν Σόλωνα. τίνα δὲ ὠνόμαζον αὐτόν; ἤκουσα, φάναι, τοὔνομα, τὸν ἄνθρωπον, ἀλλʼ οὐ μνημονεύω· πλὴν ὅτι πολὺς λόγος ἦν αὐτοῦ σοφίας καὶ δικαιοσύνης. οὕτω δὴ καθʼ ἑκάστην ἀπόκρισιν τῷ φόβῳ προσαγόμενον τὸν Σόλωνα καὶ τέλος ἤδη συντεταραγμένον αὐτὸν ὑποβάλλειν τοὔνομα τῷ ξένῳ, πυνθανόμενον μὴ Σόλωνος ὁ τεθνηκὼς υἱὸς ὠνομάζετο.