Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Σόλων 7.4
Not analysed yet
ἀσθένεια γάρ, οὐκ εὔνοια, λύπας ἀπεράντους ἐπάγεται καὶ φόβους ἀνθρώποις ἀνασκήτοις ὑπὸ λόγου πρὸς τύχην, οἷς οὐδʼ ἀπόλαυσις ἐγγίνεται τοῦ ποθουμένου παρόντος, τοῦ μέλλοντος ὠδῖνας ἀεὶ καὶ τρόμους καὶ ἀγῶνας, εἰ στερήσονται, παρέχοντος αὐτοῖς. δεῖ δὲ μήτε πενίᾳ πρὸς χρημάτων πεφράχθαι στέρησιν μήτε ἀφιλίᾳ πρὸς φίλων ἀποβολὴν μήτʼ ἀπαιδίᾳ πρὸς τέκνων θάνατον, ἀλλὰ τῷ λογισμῷ πρὸς πάντα. καὶ ταῦτα μέν, ὡς ἐν τῷ παρόντι, πλείονα τῶν ἱκανῶν.