Ancient Greek · ~2 min
Chapter 8
Plutarch, Σόλων 8.2
Not analysed yet
καὶ λόγος εἰς τὴν πόλιν ἐκ τῆς οἰκίας διεδόθη παρακινητικῶς ἔχειν αὐτόν, ἐλεγεῖα δὲ κρύφα συνθεὶς καὶ μελετήσας ὥστε λέγειν ἀπὸ στόματος, ἐξεπήδησεν εἰς τὴν ἀγορὰν ἄφνω πιλίδιον περιθέμενος. ὄχλου δὲ πολλοῦ συνδραμόντος ἀναβὰς ἐπὶ τὸν τοῦ κήρυκος λίθον ἐν ᾠδῇ διεξῆλθε τὴν ἐλεγείαν, ἧς ἐστιν ἀρχή· αὐτὸς κῆρυξ ἦλθον ἀφʼ ἱμερτῆς Σαλαμῖνος, κόσμον ἐπέων ᾠδὴν ἀντʼ ἀγορῆς θέμενος. Solon, Frag. 1 (Bergk)