Ancient Greek · ~1 min
Chapter 8
Plutarch, Σόλων 8.6
Not analysed yet
οὕτω δὴ τούτων πραττομένων, ὑπαχθέντες οἱ Μεγαρεῖς τῇ ὄψει καὶ προσμίξαντες ἐγγύς, ἐξεπήδων ὡς ἐπὶ γυναῖκας, ἁμιλλώμενοι πρὸς ἀλλήλους, ὥστε μηδένα διαφυγεῖν, ἀλλὰ πάντας ἀπολέσθαι, καὶ τὴν νῆσον ἐπιπλεύσαντας εὐθὺς ἔχειν τοὺς Ἀθηναίους.