# Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι 6

Plutarch, Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-132/6

καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα πτωχῷ λευγαλέῳ ἐναλίγκιον· ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς ἐγὼ μόνος· εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ καὶ βαμβακύζω.

---

Plutarch, Σύνοψις τοῦ ὅτι παραδοξότερα οἱ Στωικοὶ τῶν ποιητῶν λέγουσι, ed. Grēgorios N. Vernardakēs. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg137.local001/.
