# Σύλλας 10.1-2

Plutarch, Σύλλας, 10.1 to 10.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-133/10.1

Σύλλας δὲ τὴν βουλὴν συναγαγὼν καταψηφίζεται θάνατον αὐτοῦ τε Μαρίου καὶ ὀλίγων ἄλλων, ἐν οἷς Σουλπίκιος ἦν ὁ δήμαρχος, ἀλλὰ Σουλπίκιος μέν ἀπεσφάγη προδοθεὶς ὑπὸ θεράποντος, ὃν ὁ Σύλλας ἠλευθέρωσεν, εἶτα κατεκρήμνισε, Μαρίῳ δʼ ἐπεκήρυξεν ἀργύριον, οὐκ εὐγνωμόνως οὐδὲ πολιτικῶς, ᾧ γε μικρὸν ἔμπροσθεν ὑποχείριον εἰς τὴν οἰκίαν δοὺς ἑαυτὸν ἀσφαλῶς ἀφείθη. καίτοι Μαρίῳ τότε μὴ διέντι Σύλλαν, ἀλλʼ ἀποθανεῖν ὑπὸ Σουλπικίου προεμένῳ, πάντων κρατεῖν ὑπῆρχεν, ἀλλʼ ὅμως ἐφείσατο καὶ μεθʼ ἡμέρας ὀλίγας τὴν αὐτὴν λαβὴν παρασχὼν οὐκ ἔτυχε τῶν ὁμοίων. ἐφʼ οἷς ὁ Σύλλας τὴν μέν σύγκλητον ἀδήλως ἠνίασεν ἡ δὲ παρὰ τοῦ δήμου δυσμένεια καὶ νέμεσις αὐτῷ φανερὰ διʼ ἔργων ἀπήντα.

---

Plutarch, Σύλλας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg033.local001/.
