Ancient Greek
Chapter 14
Plutarch, Σύλλας 14.3
Not analysed yet
αὐτός δὲ Σύλλας τὸ μεταξὺ τῆς Πειραϊκῆς πύλης καὶ τῆς ἱερᾶς κατασκάψας καὶ συνομαλύνας, περὶ μέσας νύκτας εἰσήλαυνε, φρικώδης ὑπό τε σάλπιγξι καὶ κέρασι πολλοῖς, ἀλαλαγμῷ καὶ κραυγῇ τῆς δυνάμεως ἐφʼ ἁρπαγὴν καὶ φόνον ἀφειμένης ὑπʼ αὐτοῦ, καὶ φερομένης διὰ τῶν στενωπῶν ἐσπασμένοις τοῖς ξίφεσιν, ὥστε ἀριθμὸν μηδένα γενέσθαι τῶν ἀποσφαγέντων, ἀλλὰ τῷ τόπῳ τοῦ ῥυέντος αἵματος ἔτι νῦν μετρεῖσθαι τὸ πλῆθος.