# Σύλλας 14.7

Plutarch, Σύλλας, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-133/14.7

ἑαλωκότος δὲ τοῦ ἄστεος ὁ μὲν τύραννος εἰς τὴν ἀκρόπολιν καταφυγὼν ἐπολιορκεῖτο, Κουρίωνος ἐπὶ τούτῳ τεταγμένου· καὶ χρόνον ἐγκαρτερήσας συχνὸν αὐτός ἑαυτὸν ἐνεχείρισε δίψει πιεσθείς, καὶ τὸ δαιμόνιον εὐθὺς ἐπεσήμηνε· τῆς γὰρ αὐτῆς ἡμέρας τε καὶ ὥρας ἐκεῖνόν τε Κουρίων κατῆγε, καὶ νεφῶν ἐξ αἰθρίας συνδραμόντων πλῆθος ὄμβρου καταρραγὲν ἐπλήρωσεν ὕδατος τὴν ἀκρόπολιν. εἷλε δὲ καὶ τὸν Πειραιᾶ μετʼ οὐ πολὺν χρόνον ὁ Σύλλας, καὶ τὰ πλεῖστα κατέκαυσεν, ὧν ἦν καὶ ἡ Φίλωνος ὁπλοθήκη, θαυμαζόμενον ἔργον.

---

Plutarch, Σύλλας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg033.local001/.
