Ancient Greek · ~4 min
18.3 to 18.6
Plutarch, Σύλλας 18.3-6
Not analysed yet
ἔρρωται γὰρ μάλιστα μήκει δρόμου σφοδρότητα καὶ ῥύμην τῇ διεξελάσει διδόντος, αἱ δὲ ἐκ βραχέος ἀφέσεις ἄπρακτοι καί ἀμβλεῖαι, καθάπερ βελῶν τάσιν οὐ λαβόντων. ὃ δὴ καί τότε τοῖς βαρβάροις ἀπήντα καί τὰ πρῶτα τῶν ἁρμάτων ἀργῶς ἐξελαυνόμενα καί προσπίπτοντα νωθρῶς ἐκκρούσαντες οἱ Ῥωμαῖοι μετὰ κρότου καὶ γέλωτος ἄλλα ᾔτουν, ὥσπερ εἰώθασιν ἐν ταῖς θεατρικαῖς ἱπποδρομίαις. τοὐντεῦθεν αἱ πεζαὶ δυνάμεις συνερράγησαν, τῶν μὲν βαρβάρων προβαλλομένων τὰς σαρίσας μακρὰς καί πειρωμένων τῷ συνασπισμῷ τὴν φάλαγγα διατηρεῖν ἐν τάξει, τῶν δὲ Ῥωμαίων τοὺς μὲν ὑσσοὺς αὐτοῦ καταβαλ́όντων, σπασαμένων δὲ τὰς μαχαίρας καί παρακρουομένων τὰς σαρίσας, ὡς τάχιστα προσμίξειαν αὐτοῖς διʼ ὀργήν. προτεταγμένους γὰρ ἑώρων τῶν πολεμίων μυρίους καί πεντακισχιλίους θεράποντας, οὓς ἐκ τῶν πόλεων κηρύγμασιν ἐλευθεροῦντες οἱ βασιλέως στρατηγοὶ κατελόχιζον εἰς τοὺς ὁπλίτας. καί τις ἑκατοντάρχης λέγεται Ῥωμαῖος εἰπεῖν ὡς ἐν Κρονίοις μόνον εἰδείη τῆς παρρησίας δούλους μετέχοντας· τούτους μὲν οὖν διὰ βάθος καί πυκνότητα βραδέως ἐξωθουμένους ὑπὸ τῶν ὁπλιτῶν καί παρὰ φύσιν μένειν τολμῶντας αἵ τε βελοσφενδόναι καί οἱ γρόσφοι, χρωμένων ἀφειδῶς τῶν κατόπιν Ῥωμαίων, ἀπέστρεφον καὶ συνετάραττον.