# Σύλλας 20.1-2

Plutarch, Σύλλας, 20.1 to 20.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-133/20.1

μετὰ ταῦτα πυνθανόμενος Φλάκκον ἀπὸ τῆς ἐναντίας στάσεως ὕπατον ᾑρημένον διαπερᾶν τὸν Ἰόνιον μετὰ δυνάμεως, λόγῳ μὲν ἐπὶ Μιθριδάτην, ἔργῳ δὲ ἐπʼ ἐκεῖνον αὐτόν, ὥρμησεν ἐπὶ Θετταλίας ὡς ἀπαντήσων. γενομένῳ δὲ αὐτῷ περὶ πόλιν Μελίτειαν ἀφικνοῦντο πολλαχόθεν ἀγγελίαι πορθεῖσθαι τὰ κατόπιν αὖθις οὐκ ἐλάττονι στρατιᾷ βασιλικῇ τῆς πρότερον. Δορύλαος γὰρ εἰς Χαλκίδα καταχθεὶς παρασκευῇ νεῶν πολλῇ, ἐν αἷς ἦγεν ὀκτὼ μυριάδας ἠσκημένας καὶ συντεταγμένας ἄριστα δὴ τῆς Μιθριδατικῆς στρατιᾶς, εὐθὺς εἰς Βοιωτίαν ἐνέβαλε καὶ κατεῖχε τὴν χώραν, προθυμούμενος εἰς μάχην ἐπισπάσασθαι τὸν Σύλλαν, οὐ προσέχων Ἀρχελάῳ διακωλύοντι, καὶ λόγον περὶ τῆς προτέρας μάχης διαδιδοὺς ὡς οὐκ ἄνευ προδοσίας μυριάδες τοσαῦται διαφθαρεῖεν.

---

Plutarch, Σύλλας, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg033.local001/.
