Ancient Greek · ~2 min
Chapter 22
Plutarch, Σύλλας 22.3
Not analysed yet
καὶ συνῆλθον ἐπὶ θαλάττῃ περὶ Δήλιον, οὗ τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἀρξαμένου δὲ τοῦ Ἀρχελάου διαλέγεσθαι, καὶ τὸν Σύλλαν ἀξιοῦντος ἀφέντα τήν Ἀσίαν καὶ τὸν Πόντον ἐπὶ τὸν ἐν Ῥώμῃ πόλεμον πλεῖν, χρήματα λαβόντα καὶ τριήρεις καὶ δύναμιν ὅσην βούλοιτο παρὰ τοῦ βασιλέως, ὑπολαβὼν ὁ Σύλλας Μιθριδάτου μὲν ἀμελεῖν ἐκέλευεν, αὐτὸν δὲ βασιλεύειν ἀντʼ ἐκείνου σύμμαχον Ῥωμαίων γενόμενον καὶ παραδόντα τὰς ναῦς.