Ancient Greek
Chapter 23
Plutarch, Σύλλας 23.4
Not analysed yet
ἑτέρας μέντοι τάχα φωνὰς ἀφήσει διαβάντος εἰς Ἀσίαν ἐμοῦ νῦν δὲ ἐν Περγάμῳ καθήμενος ὃν οὐχ ἑώρακε διαστρατηγεῖ πόλεμον. οἱ μὲν οὖν πρέσβεις φοβηθέντες ἡσύχαζον, ὁ δὲ Ἀρχέλαος ἐδεῖτο τοῦ Σύλλα καὶ κατεπράϋνε τὴν ὀργήν, ἁπτόμενος τῆς δεξιᾶς αὐτοῦ καὶ δακρύων. τέλος δʼ ἔπεισεν ἀποσταλῆναι αὐτὸς πρὸς τὸν Μιθριδάτην διαπράξεσθαι γὰρ ἐφʼ οἷς βούλεται τὴν εἰρήνην, εἰ δὲ μὴ πείθοι, κτενεῖν αὐτὸς αὐτόν.