Ancient Greek
Chapter 27
Plutarch, Σύλλας 27.4
Not analysed yet
θύσαντος μὲν γὰρ εὐθέως ᾗ διέβη περὶ Τάραντα, δάφνης στεφάνου τύπον ἔχων ὁ λοβὸς ὤφθη, καὶ λημνίσκων δύο κατηρτημένων, μικρὸν δὲ πρὸ τῆς διαβάσεως ἐν Καμπανίᾳ περὶ τὸ Τίφατον ὄρος ἡμέρας ὤφθησαν δύο τράγοι μεγάλοι συμφερόμενοι καὶ πάντα δρῶντες καὶ πάσχοντες ἃ συμβαίνει μαχομένοις ἀνθρώποις. ἦν δὲ ἄρα φάσμα, καὶ κατὰ μικρὸν αἰρόμενον ἀπὸ γῆς διεσπείρετο πολλαχοῦ τοῦ ἀέρος εἰδώλοις ἀμαυροῖς ὅμοιον, εἶτα οὕτως ἠφανίσθη.