Ancient Greek
Chapter 28
Plutarch, Σύλλας 28.4
Not analysed yet
ἐκ τούτου περὶ Σίγνιον Μάριος ὀγδοήκοντα καὶ πέντε σπείρας ἔχων προὐκαλεῖτο Σύλλαν. ὁ δὲ καὶ πάνυ πρόθυμος ἦν διαγωνίσασθαι κατʼ ἐκείνην τὴν ἡμέραν ἐτύγχανε γὰρ ὄψιν ἑωρακὼς τοιάνδε κατὰ τοὺς ὕπνους. ἐδόκει τὸν γέροντα Μάριον τεθνηκότα πάλαι τῷ παιδὶ Μαρίῳ παραινεῖν φυλάξασθαι τὴν ἐπιοῦσαν ἡμέραν ὡς μεγάλην αὐτῷ δυστυχίαν φέρουσαν. διὰ τοῦτο μὲν δὴ πρόθυμος ὁ Σύλλας ἦν μάχεσθαι, καὶ μετεπέμπετο τὸν Δολοβέλλαν ἄπωθεν στρατοπε δεύοντα.