Ancient Greek
Chapter 29
Plutarch, Σύλλας 29.3
Not analysed yet
ἅμα δʼ ἡμέρᾳ τῶν λαμπροτάτων νέων ἐξιππασαμένων ἐπʼ αὐτὸν ἄλλους τε πολλοὺς καὶ Κλαύδιον Ἄππιον, εὐγενῆ καὶ ἀγαθὸν ἄνδρα, κατέβαλε, θορύβου δʼ, οἷον εἰκός, ὄντος ἐν τῇ πόλει καὶ βοῆς γυναικείας καὶ διαδρομῶν ὡς ἁλισκομένων κατὰ κράτος, πρῶτος ὤφθη Βάλβος ἀπὸ Σύλλα προσελαύνων ἀνὰ κράτος ἱππεῦσιν ἑπτακοσίοις. διαλιπὼν δὲ ὅσον ἀναψῦξαι τὸν ἱδρῶτα τῶν ἵππων, εἴτʼ αὖθις ἐγχαλινώσας διὰ ταχέων ἐξήπτετο τῶν πολεμίων.