Ancient Greek · ~2 min
31.2 to 31.3
Plutarch, Σύλλας 31.2-3
Not analysed yet
παραιτούμεθα γάρ, εἶπεν, οὐχ οὓς σὺ ἔγνωκας ἀναιρεῖν τῆς τιμωρίας, ἀλλὰ τῆς ἀμφιβολίας οὓς ἔγνωκας σώζειν. ἀποκριναμένου δὲ τοῦ Σύλλα μηδέπω γινώσκειν οὓς ἀφίησιν, ὑπολαβὼν ὁ Μέτελλος, οὐκοῦν, ἔφη, δήλωσον οὓς μέλλεις κολάζειν. καὶ ὁ Σύλλας ἔφη τοῦτο ποιήσειν. ἔνιοι δὲ οὐ τὸν Μέτελλον, ἀλλὰ Φουφίδιόν τινα τῶν πρὸς χάριν ὁμιλούντων τῷ Σύλλᾳ τὸ τελευταῖον εἰπεῖν λέγουσιν. ὁ δʼ οὖν Σύλλας εὐθὺς ὀγδοήκοντα προέγραψεν, οὐδενὶ τῶν ἐν τέλει κοινωσάμενος. ἀγανακτούντων δὲ πάντων, μίαν ἡμέραν διαλιπὼν ἄλλους προέγραψεν εἴκοσι καὶ διακοσίους, εἶτα τρίτῃ πάλιν οὐκ ἐλάττους.