Ancient Greek · ~2 min
Chapter 32
Plutarch, Σύλλας 32.1
Not analysed yet
ἐν τούτῳ δὲ Μάριος μὲν ἁλισκόμενος ἑαυτὸν διέφθειρε, Σύλλας δὲ εἰς Πραινεστὸν ἐλθὼν πρῶτα μὲν ἰδίᾳ κατʼ ἄνδρα κρίνων ἐκόλαζεν, εἶτα ὡς οὐ σχολῆς οὔσης πάντας ἀθρόως εἰς ταὐτὸ συναγαγών, μυρίους καὶ δισχιλίους ὄντας, ἐκέλευσεν ἀποσφάττειν, μόνῳ τῷ ξένῳ διδοὺς ἄδειαν. ὁ δὲ εὐγενῶς πάνυ φήσας πρὸς αὐτὸν ὡς οὐδέποτε σωτηρίας χάριν εἴσεται τῷ φονεῖ τῆς πατρίδος, ἀναμιχθεὶς ἑκὼν συγκατεκόπη τοῖς πολίταις.