Ancient Greek · ~2 min
Chapter 34
Plutarch, Σύλλας 34.5
Not analysed yet
διὸ καί χαίροντα τῇ νίκῃ τὸν Πομπήϊον ὁ Σύλλας ἰδὼν ἀπιόντα καλέσας πρὸς ἑαυτόν, ὡς καλόν, ἔφη, σοῦ τὸ πολίτευμα, ὦ νεανία, τὸ Κάτλου πρότερον ἀναγορεῦσαι Λέπιδον, τοῦ πάντων ἀρίστου τὸν ἐμπληκτότατον. ὥρα μέντοι σοι μὴ καθεύδειν ὡς ἰσχυρότερον πεποιηκότι κατὰ σαυτοῦ τὸν ἀνταγωνιστήν. τοῦτο μὲν οὖν ὁ Σύλλας ὥσπερ ἀπεθέσπισε· ταχὺ γὰρ ἐξυβρίσας ὁ Λέπιδος εἰς πόλεμον κατέστη τοῖς περὶ τὸν Πομπήϊον.