Ancient Greek · ~3 min
35.3 to 35.4
Plutarch, Σύλλας 35.3-4
Not analysed yet
παρέβαινε δὲ καὶ τὰ περὶ τῆς εὐτελείας τῶν δείπνων ὑπʼ αὐτοῦ τεταγμένα, πότοις καὶ συνδείπνοις τρυφὰς καὶ βωμολοχίας ἔχουσι παρηγορῶν τὸ πένθος. ὀλίγων δὲ μηνῶν διαγενομένων ἦν μὲν θέα μονομάχων, οὔπω δὲ τῶν τόπων διακεκριμένων, ἀλλʼ ἔτι τοῦ θεάτρου συμμιγοῦς ἀνδράσι καὶ γυναιξὶν ὄντος, ἔτυχε πλησίον τοῦ Σύλλα καθεζομένη γυνὴ τήν ὄψιν εὐπρεπὴς καὶ γένους λαμπροῦ· Μεσσάλα γὰρ ἦν θυγάτηρ, Ὁρτησίου δὲ τοῦ ῥήτορος ἀδελφή, Οὐαλλερία δὲ τοὔνομα· συνεβεβήκει δὲ αὕτη νεωστὶ πρὸς ἄνδρα διάστασις. αὕτη παρὰ τὸν Σύλλαν ἐξόπισθεν παραπορευομένη τήν τε χεῖρα πρὸς αὐτὸν ἀπηρείσατο καὶ κροκύδα τοῦ ἱματίου σπάσασα παρῆλθεν ἐπὶ τήν ἑαυτῆς χώραν, ἐμβλέψαντος δὲ τοῦ Σύλλα καὶ θαυμάσαντος, οὐδέν, ἔφη, δεινόν, αὐτόκρατορ, ἀλλὰ βούλομαι τῆς σῆς κἀγὼ μικρὸν εὐτυχίας μεταλαβεῖν.