Ancient Greek · ~4 min
5.4 to 5.6
Plutarch, Σύλλας 5.4-6
Not analysed yet
διατρίβοντι δὲ αὐτῷ παρὰ τὸν Εὐφράτην ἐντυγχάνει Πάρθος Ὀρόβαζος, Ἀρσάκου βασιλέως πρεσβευτής, οὔπω πρότερον ἀλλήλοις ἐπιμεμιγμένων τῶν γενῶν· ἀλλὰ καὶ τοῦτο τῆς μεγάλης δοκεῖ Σύλλα τύχης γενέσθαι, τὸ πρώτῳ Ῥωμαίων ἐκείνῳ Πάρθους συμμαχίας καὶ φιλίας δεομένους διὰ λόγων ἐλθεῖν. ὅτε καὶ λέγεται τρεῖς δίφρους προθέμενος, τὸν μέν Ἀριοβαρζάνῃ, τὸν δὲ Ὀροβάζῳ, τὸν δὲ αὐτῷ, μέσος ἀμφοῖν καθεζόμενος χρηματίζειν. ἐφʼ ᾧ τὸν μέν Ὀρόβαζον ὕστερον ὁ τῶν Πάρθων βασιλεὺς ἀπέκτεινε, τὸν δὲ Σύλλαν οἱ μέν ἐπῄνεσαν ἐντρυφήσαντα τοῖς βαρβάροις, οἱ δὲ ὡς φορτικὸν ᾐτιάσαντο καὶ ἀκαίρως φιλότιμον. ἱστορεῖται δέ τις ἀνὴρ τῶν μετὰ Ὀροβάζου καταβεβηκότων, Χαλδαῖος, εἰς τὸ τοῦ Σύλλα πρόσωπον ἀπιδὼν καὶ ταῖς κινήσεσι τῆς τε διανοίας καὶ τοῦ σώματος οὐ παρέργως ἐπιστήσας, ἀλλὰ πρὸς τὰς τῆς τέχνης ὑποθέσεις τὴν φύσιν ἐπισκεψάμενος, εἰπεῖν ὡς ἀναγκαῖον εἴη τοῦτον τὸν ἄνδρα μέγιστον γενέσθαι, θαυμάζειν δὲ καὶ νῦν πῶς ἀνέχεται μὴ πρῶτος ὢν ἁπάντων, ἀναχωρήσαντι δὲ αὐτῷ δίκην ἔλαχε δώρων Κηνσωρῖνος, ὡς πολλὰ χρήματα συνειλοχότι παρὰ τὸν νόμον ἐκ φίλης καὶ συμμάχου βασιλείας, οὐ μὴν ἀπήντησεν ἐπὶ τὴν κρίσιν, ἀλλʼ ἀπέστη τῆς κατηγορίας.