Ancient Greek · ~2 min
Chapter 6
Plutarch, Σύλλας 6.9
Not analysed yet
ἐν αὐτῷ γε τούτῳ τῷ συμμαχικῷ πολέμῳ τῶν στρατιωτῶν αὐτοῦ στρατηγικὸν ἄνδρα πρεσβευτήν, Ἀλβῖνον ὄνομα, ξύλοις καὶ λίθοις διαχρησαμένων, παρῆλθε καὶ οὐκ ἐπεξῆλθεν ἀδίκημα τοσοῦτον, ἀλλὰ καὶ σεμνυνόμενος διεδίδου λόγον ὡς προθυμοτέροις διὰ τοῦτο χρήσοιτο πρὸς τόν πόλεμον αὐτοῖς ἰωμένοις τὸ ἁμάρτημα διʼ ἀνδραγαθίας. τῶν δʼ ἐγκαλούντων οὐδὲν ἐφρόντιζεν, ἀλλὰ ἤδη καταλῦσαι Μάριον διανοούμενος καὶ τοῦ πρὸς τοὺς συμμάχους πολέμου τέλος ἔχειν δοκοῦντος ἀποδειχθῆναι στρατηγὸς ἐπὶ Μιθριδάτην, ἐθεράπευε τὴν ὑφʼ ἑαυτῷ στρατιάν.