Ancient Greek · ~2 min
Chapter 32
Plutarch, Θεμιστοκλῆς 32.5
Not analysed yet
οἴεται δε καὶ Πλάτωνα τὸν κωμικὸν αὐτῷ μαρτυρεῖν ἐν τούτοις· ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, τούς τʼ ἐκπλέοντας εἰσπλέοντάς τʼ ὄψεται, χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται. τοῖς δʼ ἀπὸ γένους τοῦ Θεμιστοκλέους καὶ τιμαί τινες ἐν Μαγνησίᾳ φυλαττόμεναι μέχρι τῶν ἡμετέρων χρόνων ἦσαν, ἃς ἐκαρποῦτο Θεμιστοκλῆς Ἀθηναῖος, ἡμέτερος συνήθης καὶ φίλος παρʼ Ἀμμωνίῳ τῷ φιλοσόφῳ γενόμενος.