Ancient Greek · ~1 min
Chapter 17
Plutarch, Θησεύς 17.6
Not analysed yet
φιλόχορος δὲ παρὰ Σκίρου φησὶν ἐκ Σαλαμῖνος τὸν Θησέα λαβεῖν κυβερνήτην μὲν Ναυσίθοον, πρωρέα δὲ Φαίακα, μηδέπω τότε τῶν Ἀθηναίων προσεχόντων τῇ θαλάττῃ· καὶ γὰρ εἶναι τῶν ἠϊθέων ἕνα Μενέσθην Σκίρου θυγατριδοῦν. μαρτυρεῖ δὲ τούτοις ἡρῷα Ναυσιθόου καὶ Φαίακος εἱσαμένου Θησέως Φαληροῖ πρὸς τῷ τοῦ Σκίρου ἱερῷ, καὶ τὴν ἑορτὴν τὰ Κυβερνήσιά φασιν ἐκείνοις τελεῖσθαι.