Ancient Greek · ~2 min
19.6 to 19.7
Plutarch, Θησεύς 19.6-7
Not analysed yet
γενομένων δὲ ἑτοίμων ἐξέπλευσε τόν τε Δαίδαλον ἔχων καὶ φυγάδας ἐκ Κρήτης καθηγεμόνας· οὐδενὸς δὲ προειδότος, ἀλλὰ ναῦς φιλίας οἰομένων τῶν Κρητῶν προσφέρεσθαι, τοῦ λιμένος κρατήσας καὶ ἀποβὰς ἔφθασεν εἰς τὴν Κνωσσὸν παρελθών· καὶ μάχην ἐν πύλαις τοῦ Λαβυρίνθου συνάψας ἀπέκτεινε τὸν Δευκαλίωνα καὶ τοὺς δορυφόρους. ἐν δὲ τοῖς πράγμασι τῆς Ἀριάδνης γενομένης, σπεισάμενος πρὸς αὐτὴν τούς τε ἠϊθέους ἀνέλαβε καὶ φιλίαν ἐποίησε τοῖς Ἀθηναίοις πρὸς τοὺς Κρῆτας, ὀμόσαντας μηδέποτε πολέμου κατάρξειν.