Ancient Greek · ~2 min
Chapter 20
Plutarch, Θησεύς 20.2
Not analysed yet
τοῦτο γὰρ τὸ ἔπος ἐκ τῶν Ἡσιόδου Πεισίστρατον ἐξελεῖν φησιν Ἡρέας ὁ Μεγαρεύς, ὥσπερ αὖ πάλιν ἐμβαλεῖν εἰς τὴν Ὁμήρου νέκυιαν τὸ Θησέα Πειρίθοόν τε θεῶν ἀριδείκετα τέκνα, Hom. Od. 11. 631 χαριζόμενον Ἀθηναίοις· ἔνιοι δὲ καὶ τεκεῖν ἐκ Θησέως Ἀριάδνην Οἰνοπίωνα καὶ Στάφυλον· ὧν καὶ ὁ Χῖος Ἴων ἐστὶ περὶ τῆς ἑαυτοῦ πατρίδος λέγων· τήν ποτε Θησείδης ἔκτισεν Οἰνοπίων. Bergk, Poet. Lyr. Gr. ii. 4 p. 254. ἃ δʼ ἐστὶν εὐφημότατα τῶν μυθολογουμένων, πάντες ὡς ἔπος εἰπεῖν διὰ στόματος ἔχουσιν. ἴδιον δέ τινα περὶ τούτων λόγον ἐκδέδωκε Παίων ὁ Ἀμαθούσιος.