Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Θησεύς 3.2
Not analysed yet
ἦν δὲ τῆς σοφίας ἐκείνης τοιαύτη τις, ὡς ἔοικεν, ἰδέα καὶ δύναμις, οἵᾳ χρησάμενος Ἡσίοδος εὐδοκίμει μάλιστα περὶ τὰς ἐν τοῖς Ἔργοις γνωμολογίας. καὶ μίαν γε τούτων ἐκείνην λέγουσι Πιτθέως εἶναι, μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω. Verse 370. τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος εἴρηκεν, ὁ δʼ Εὐριπίδης, τὸν Ἱππόλυτον ἁγνοῦ Πιτθέως παίδευμα προσειπών, ἐμφαίνει τὴν περὶ τὸν Πιτθέα δόξαν.