# Θησεύς 32.2-4

Plutarch, Θησεύς, 32.2 to 32.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-135/32.2

ταῦτα δὲ αὐτοῦ πραγματευομένου μεγάλην ῥοπὴν ὁ πόλεμος τῷ νεωτερισμῷ προσέθηκε, τῶν Τυνδαριδῶν ἐπελθόντων· οἱ δὲ καὶ ὅλως φασὶν ὑπὸ τούτου πεισθέντας ἐλθεῖν. τὸ μὲν οὖν πρῶτον οὐδὲν ἠδίκουν, ἀλλʼ ἀπῄτουν τὴν ἀδελφήν. ἀποκριναμένων δὲ τῶν ἐν ἄστει μήτε ἔχειν μήτε γινώσκειν ὅπου καταλέλειπται, πρὸς πόλεμον ἐτράποντο. φράζει δὲ αὐτοῖς Ἀκάδημος ᾐσθημένος ᾧ δή τινι τρόπῳ τὴν ἐν Ἀφίδναις κρύψιν αὐτῆς. ὅθεν ἐκείνῳ τε τιμαὶ ζῶντι παρὰ τῶν Τυνδαριδῶν ἐγένοντο, καὶ πολλάκις ὕστερον εἰς τὴν Ἀττικὴν ἐμβαλόντες Λακεδαιμόνιοι καὶ πᾶσαν ὁμοῦ τὴν χώραν τέμνοντες, τῆς Ἀκαδημείας ἀπείχοντο διὰ τὸν Ἀκάδημον. ὁ δὲ Δικαίαρχος Ἐχεδήμου φησὶ καὶ Μαράθου συστρατευσάντων τότε τοῖς Τυνδαρίδαις ἐξ Ἀρκαδίας, ἀφʼ οὗ μὲν Ἐχεδημίαν προσαγορευθῆναι τὴν νῦν Ἀκαδήμειαν, ἀφʼ οὗ δὲ Μαραθῶνα τὸν δῆμον, ἐπιδόντος ἑαυτὸν ἑκουσίως κατά τι λόγιον σφαγιάσασθαι πρὸ τῆς παρατάξεως. ἐλθόντες οὖν ἐπὶ τὰς Ἀφίδνας καὶ μάχῃ κρατήσαντες ἐξεῖλον τὸ χωρίον.

---

Plutarch, Θησεύς, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg001.local001/.
