Ancient Greek · ~2 min
Chapter 35
Plutarch, Θησεύς 35.2
Not analysed yet
συγχωρήσαντος δὲ τοῦ Ἀϊδωνέως, λυθεὶς ὁ Θησεὺς ἐπανῆλθε μὲν εἰς τὰς Ἀθήνας, οὐδέπω παντάπασι τῶν φίλων αὐτοῦ κεκρατημένων, καὶ ὅσα ὑπῆρχε τεμένη πρότερον αὐτῷ τῆς πόλεως ἐξελούσης ἅπαντα καθιέρωσε τῷ Ἡρακλεῖ καὶ προσηγόρευσεν ἀντὶ Θησείων Ἡράκλεια, πλὴν τεσσάρων, ὡς Φιλόχορος ἱστόρηκεν. αὖθις δὲ βουλόμενος ὡς πρότερον ἄρχειν καὶ καθηγεῖσθαι τοῦ πολιτεύματος εἰς στάσεις ἐνέπεσε καὶ ταραχάς, οὓς μὲν ἀπέλιπε μισοῦντας αὐτὸν εὑρίσκων τὸ μὴ φοβεῖσθαι τῷ μισεῖν προσειληφότας, ἐν δὲ τῷ δήμῳ πολὺ τὸ διεφθαρμένον ὁρῶν καὶ θεραπεύεσθαι βουλόμενον ἀντὶ τοῦ ποιεῖν σιωπῇ τὸ προσταττόμενον.