Ancient Greek · ~1 min
Τιβέριος Γράγχος, Chapter 11
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 11.1
Not analysed yet
ἐνστάσης δὲ τῆς ἡμέρας καὶ τὸν δῆμον αὐτοῦ καλοῦντος ἐπὶ τὴν ψῆφον, ἡρπάσθησαν ὑπὸ τῶν πλουσίων αἱ ὑδρίαι, καὶ τὰ γινόμενα πολλὴν εἶχε σύγχυσιν. οὐ μὴν ἀλλὰ τῶν περὶ Τιβέριον πλήθει βιάσασθαι δυναμένων καὶ συστρεφομένων ἐπὶ τοῦτο, Μάλλιος καὶ Φούλβιος, ἄνδρες ὑπατικοὶ, προσπεσόντες τῷ Τιβερίῳ καὶ χειρῶν ἁπτόμενοι καὶ δακρύοντες ἐδέοντο παύσασθαι.