Ancient Greek · ~2 min
Γάϊος Γράγχος, Chapter 13
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 13.4
Not analysed yet
ἀποθνῄσκει γοῦν εὐθὺς ὁ Ἀντύλλιος ἐκεῖ μεγάλοις γραφείοις κεντούμενος, ἐπʼ αὐτῷ τούτῳ πεποιῆσθαι λεγομένοις. καὶ τὸ μὲν πλῆθος διεταράχθη πρὸς τὸν φόνον, ἐναντία δὲ τοὺς ἡγεμόνας ἔσχε διάθεσις. ὁ μὲν γὰρ Γάιος ἤχθετο καὶ κακῶς ἔλεγε τοὺς περὶ αὑτόν ὡς αἰτίαν δεομένοις πάλαι καθʼ ἑαυτῶν τοῖς ἐχθροῖς δεδωκότας, ὁ . δὲ Ὀπίμιος ὥσπερ ἐνδόσιμον λαβὼν ἐπῆρτο καὶ παρώξυνε τὸν δῆμον ἐπὶ τὴν ἄμυναν.