Ancient Greek · ~2 min
Γάϊος Γράγχος, Chapter 14
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 14.3
Not analysed yet
ὁ δʼ ὑπηρέτης Ἀντύλλιος, οὐ δίκαια μὲν ἴσως πεπονθώς, τὴν δὲ πλείστην αἰτίαν εἰς τὸ παθεῖν αὑτῷ παρασχών, ἐν ἀγορᾷ πρόκειται, καὶ περιέστηκεν ἡ Ῥωμαίων βουλή θρηνοῦσα καὶ συνεκκομίζουσα μισθωτὸν ἄνθρωπον, ἐπὶ τῷ τὸν ἔτι λειπόμενον ἀνελεῖν τῶν τοῦ δήμου κηδομένων. ἐκ τούτου πάλιν εἰς τὸ βουλευτήριον ἀπελθόντες ἐψηφίσαντο καὶ προσέταξαν Ὀπιμίῳ τῷ ὑπάτῳ σῴζειν τὴν πόλιν ὅπως δύναιτο, καὶ καταλύειν τοὺς τυράννους.