Ancient Greek · ~2 min
Γάϊος Γράγχος, Chapter 15
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 15.2-2
Not analysed yet
ἐξιόντι δὲ αὐτῷ περὶ τὰς θύρας ἡ γυνὴ προσπεσοῦσα καὶ περιπτύξασα τῶν χειρῶν τῇ μὲν αὐτὸν ἐκεῖνον, τῇ δὲ τὸ παιδίον, οὐκ ἐπὶ τὸ βῆμά σε, εἶπεν, ὦ Γάιε, προπέμπω δήμαρχον, ὡς πρότερον, καὶ νομοθέτην, οὐδʼ ἐπὶ πόλεμον ἔνδοξον, ἵνα μοι καὶ παθών τι τῶν κοινῶν ἀπολίπῃς τιμώμενον γοῦν πένθος, ἀλλὰ τοῖς Τιβερίου φονεῦσιν ὑποβάλλεις ἑαυτόν, ἄνοπλον μὲν καλῶς, ἵνα πάθῃς τι μᾶλλον ἢ δράσῃς, πρὸς οὐδὲν δὲ τοῖς κοινοῖς ὄφελος ἀπολεῖ.