Ancient Greek · ~2 min
Τιβέριος Γράγχος, Chapter 15
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 15.4
Not analysed yet
καὶ μὴν ἥ γε βασιλεία πρὸς τῷ πᾶσαν ἀρχήν ἔχειν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ταῖς μεγίσταις ἱερουργίαις καθωσίωται πρὸς τὸ θεῖον ἀλλὰ Ταρκύνιον ἐξέβαλεν ἡ πόλις ἀδικοῦντα, καὶ διʼ ἑνὸς ἀνδρὸς ὕβριν ἡ πάτριος ἀρχὴ καὶ κτίσασα τὴν Ῥώμην κατελύθη. τί δὲ οὕτως ἅγιον ἐν Ῥώμῃ καὶ σεμνόν ὡς αἱ περιέπουσαι παρθένοι καὶ φυλάττουσαι τὸ ἄφθιτον πῦρ; ἀλλʼ εἴ τις ἂν ἁμάρτῃ αὑτῶν, ζῶσα κατορύσσεται· τὸ γὰρ ἄσυλον οὐ φυλάττουσιν ἀσεβοῦσαι εἰς τοὺς θεούς, ὃ διὰ τοὺς θεοὺς ἔχουσιν.