Ancient Greek · ~1 min
Γάϊος Γράγχος, Chapter 19
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 19.1-2
Not analysed yet
καὶ μέντοι καὶ ἡ Κορνηλία λέγεται τά τε ἄλλα τῆς συμφορᾶς εὐγενῶς καὶ μεγαλοψύχως ἐνεγκεῖν, καὶ περὶ τῶν ἱερῶν ἐν οἷς ἀνῃρέθησαν εἰπεῖν ὡς ἀξίους οἱ νεκροὶ τάφους ἔχουσιν, αὕτη δὲ περὶ τοὺς καλουμένους Μισηνοὺς διέτριβεν, οὐδὲν μεταλλάξασα τῆς συνήθους διαίτης.