Ancient Greek · ~1 min
Γάϊος Γράγχος, Chapter 3
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 3.4
Not analysed yet
οἱ δὲ ἁλισκόμενοι τῶν φίλων ἀπέθνῃσκον ἄκριτοι, καίτοι πάτριόν ἐστιν ἡμῖν, εἴ τις ἔχων δίκην θανατικὴν μὴ ὑπακούει, τούτου πρὸς τὰς θύρας ἕωθεν ἐλθόντα σαλπιγκτὴν ἀνακαλεῖσθαι τῇ σάλπιγγι, καὶ μὴ πρότερον ἐπιφέρειν ψῆφον αὐτῷ τοὺς δικαστάς. οὕτως εὐλαβεῖς καὶ πεφυλαγμένοι περὶ τὰς κρίσεις ἦσαν.