Ancient Greek · ~2 min
Τιβέριος Γράγχος, Chapter 4
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 4.1
Not analysed yet
ἐκεῖνος τοίνυν εὐθὺς ἐκ παίδων γενόμενος οὕτως ἦν περιβόητος ὥστε τῆς τῶν αὐγούρων λεγομένης ἱερωσύνης ἀξιωθῆναι διʼ ἀρετὴν μᾶλλον ἢ διὰ τὴν εὐγένειαν. ἐδήλωσε δὲ Ἄππιος Κλαύδιος, ἀνὴρ ὑπατικὸς καὶ τιμητικὸς καὶ προγεγραμμένος κατʼ ἀξίωμα τῆς Ῥωμαίων βουλῆς καὶ πολὺ φρονήματι τοὺς καθʼ αὑτὸν ὑπεραίρων. ἑστιωμένων γὰρ ἐν ταὐτῷ τῶν ἱερέων, προσαγορεύσας τὸν Τιβέριον καὶ φιλοφρονηθεὶς, αὐτὸς ἐμνᾶτο τῇ θυγατρὶ νυμφίον.