Ancient Greek · ~2 min
Τιβέριος Γράγχος, Chapter 6
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 6.3
Not analysed yet
ἔδοξεν οὖν τῷ Τιβερίῳ ταῦτα ποιεῖν, τῶν τε δέλτων περιεχομένῳ καὶ δεδοικότι παροξύνειν ὡς ἀπιστουμένους τοὺς Νομαντίνους. εἰσελθόντι δὲ εἰς τὴν πόλιν πρῶτον μὲν ἄριστον παρέθεσαν, καὶ πᾶσαν ἐποιήσαντο δέησιν ἐμφαγεῖν τι κοινῇ μετʼ αὐτῶν καθήμενον ἔπειτα τὰς δέλτους ἀπέδοσαν, καὶ τῶν ἄλλων ἃ βούλοιτο χρημάτων λαβεῖν ἐκέλευον. ὁ δʼ οὐδὲν ἢ τὸν λιβανωτὸν ᾧ πρὸς τὰς δημοσίας ἐχρῆτο θυσίας λαβών, ἀπῆλθεν ἀσπασάμενος καὶ φιλοφρονηθεὶς τοὺς ἄνδρας.