Ancient Greek · ~1 min
Γάϊος Γράγχος, Chapter 7
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 7.2
Not analysed yet
πρὸς δὲ τούτοις διαμετρήσας κατὰ μίλιον ὁδὸν πᾶσαν τὸ δὲ μίλιον ὀκτὼ σταδίων ὀλίγον ἀποδεῖ κίονας λιθίνους σημεῖα τοῦ μέτρου κατέστησεν. ἄλλους δὲ λίθους ἔλαττον ἀπέχοντας ἀλλήλων ἑκατέρωθεν τῆς ὁδοῦ διέθηκεν, ὡς εἴη ῥᾳδίως τοῖς ἵππους ἔχουσιν ἐπιβαίνειν ἀπʼ αὐτῶν ἀναβολέως μὴ δεομένοις.