Ancient Greek · ~2 min
Τιβέριος Γράγχος, Chapter 7
Plutarch, Τιβέριος καὶ Γάιος Γράκχοι 7.3
Not analysed yet
ἔνθα δὴ καὶ μάλιστα τὴν πρὸς τὸν Τιβέριον εὔνοιαν καὶ σπουδὴν ἐξέφηνεν ὁ δῆμος. τὸν μὲν γὰρ ὕπατον ἐψηφίσαντο γυμνὸν καὶ δεδεμένον παραδοῦναι τοῖς Νομαντίνοις, τῶν δὲ ἄλλων ἐφείσαντο πάντων διὰ Τιβέριον. δοκεῖ δὲ καὶ Σκηπίων βοηθῆσαι, μέγιστος ὢν τότε καὶ πλεῖστον δυνάμενος Ῥωμαίων ἀλλʼ οὐδὲν ἧττον ἐν αἰτίαις ἦν ὅτι τὸν Μαγκῖνον οὐ περιέσωσεν, οὐδὲ τὰς σπονδὰς ἐμπεδωθῆναι τοῖς Νομαντίνοις ἐσπούδασε διʼ ἀνδρὸς οἰκείου καὶ φίλου τοῦ Τιβερίου γενομένας.