Ancient Greek · ~1 min
15.10 to 15.11
Plutarch, Τιμολέων 15.10-11
Not analysed yet
ὥστε μοι παραβάλλοντι τούτοις τὰς Φιλίστου φωνάς, ἃς ἀφίησι περὶ τῶν Λεπτίνου θυγατέρων ὀλοφυρόμενος, ὡς ἐκ μεγάλων ἀγαθῶν τῶν τῆς τυραννίδος εἰς ταπεινὴν ἀφιγμένων δίαιταν, φαίνεσθαι θρήνους γυναικὸς ἀλαβάστους καί πορφύρας καί χρυσία ποθούσης. ταῦτα μὲν οὖν οὐκ ἀλλότρια τῆς τῶν βίων ἀναγραφῆς οὐδὲ ἄχρηστα δόξειν οἰόμεθα μὴ σπεύδουσι μηδὲ ἀσχολουμένοις ἀκροαταῖς.