# Τιμολέων 27.7-10

Plutarch, Τιμολέων, 27.7 to 27.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-137/27.7

αὐτὸς δὲ καταβὰς εἰς τὸ πεδίον τὰ μὲν κέρατα τοῖς ἄλλοις Σικελιώταις ἀπέδωκεν, ἀναμίξας ἑκατέρῳ τῶν ξένων οὐ πολλούς, ἐν μέσῳ δὲ περὶ αὑτὸν λαβὼν τοὺς Συρακουσίους καὶ τὸ μαχιμώτατον τῶν μισθοφόρων βραχὺν μὲν χρόνον ἐπέσχε τὸ τῶν ἱππέων ἀποθεωρῶν ἔργον, ὡς δὲ ἐκείνους εἶδεν ὑπὸ τῶν ἁρμάτων πρὸ τῆς τάξεως διαθεόντων εἰς χεῖρας ἐλθεῖν τοῖς Καρχηδονίοις οὐ δυναμένους, ἀλλʼ ὅπως μὴ συνταραχθεῖεν ἀναγκαζομένους ἐξελίττειν συνεχῶς καὶ πυκνὰς ἐξ ἐπιστροφῆς ποιεῖσθαι τὰς ἐπελάσεις, ἀναλαβὼν τὴν ἀσπίδα καὶ βοήσας ἕπεσθαι καὶ θαρρεῖν τοῖς πεζοῖς ἔδοξεν ὑπερφυεῖ φωνῇ καὶ μείζονι κεχρῆσθαι τῆς συνήθους, εἴτε τῷ πάθει παρὰ τὸν ἀγῶνα καὶ τὸν ἐνθουσιασμὸν οὕτω διατεινάμενος, εἴτε δαιμονίου τινός, ὡς τοῖς πολλοῖς τότε παρέστη, συνεπιφθεγξαμένου. ταχὺ δὲ τὴν κραυγὴν ἀνταποδόντων, καὶ παρεγγυώντων ἄγειν καὶ μὴ μέλλειν, τοῖς μὲν ἱππόταις ἐσήμανεν ἔξω παρὰ τὴν τάξιν τῶν ἁρμάτων παρελάσαι καὶ κατὰ κέρας προσφέρεσθαι τοῖς πολεμίοις, αὐτὸς δὲ τοὺς προμάχους πυκνώσας τῷ συνασπισμῷ, καὶ τὴν σάλπιγγα κελεύσας ἐπιφθέγξασθαι, προσέβαλε τοῖς Καρχηδονίοις.

---

Plutarch, Τιμολέων, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg018.local001/.
